LRC歌词下载
[00:24.423]Κασάνδρα: ὀτοτοτοῖ πόποι δᾶ. Ὦπολλον Ὦπολλον.[00:39.540]Χορός: τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;[00:47.636]οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.[01:28.309]Κασάνδρα: ὀτοτοτοῖ πόποι δᾶ. Ὦπολλον Ὦπολλον.[01:43.030]Χορός: ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ[01:52.064]οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.[02:06.019]Κασάνδρα: Ἄπολλον Ἄπολλον[02:12.339]ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.[02:36.041]Χορός: χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.[02:43.035]μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.[03:02.957]Κασάνδρα: μισόθεον μὲν οὖν, πολλὰ συνίστορα[03:12.791]αὐτόφονα κακὰ καρατόμα, ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.[03:33.499]Χορός:τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι ἦμεν[04:06.450]Κασάνδρα:ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος μέγα[04:16.311]μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν[04:26.447]Χορός:τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.[04:40.727]Κασάνδρα:ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,[04:51.532]Χορός οὔπω ξυνῆκα:[04:57.545](衔接1125段)[05:23.109]Κασάνδρα:ἆ ἆ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς[05:29.526]τὸν ταῦρον: ἐν πέπλοισι[05:32.173]μελαγκέρῳ λαβοῦσα μηχανήματι[05:36.242]τύπτει: πίτνει δ᾽ ἐν ἐνύδρῳ τεύχει.[05:45.481](衔接1198段)[06:05.423]Χορός:καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,[06:10.445]παιώνιον γένοιτο; θαυμάζω δέ σου,[06:18.081]πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν[06:24.067]κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.[06:32.758]Κασάνδρα:μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.[06:38.909]Χορός:μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;[06:46.158]Κασάνδρα:προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.[06:52.058]Χορός:ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.[06:58.757]Κασάνδρα:ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.[07:04.637]Χορός:ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;[07:10.518]Κασάνδρα:ξυναινέσασα Λοξίαν ἐψευσάμην[07:17.044]Χορός:πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;[07:23.594]Κασάνδρα:ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον.[08:05.400]Κασάνδρα:ἰοὺ ἰού, ὢ ὢ κακά.[08:17.600](跳到1257段)[08:27.800]Κασάνδρα:παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.[08:34.675]ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.[08:41.712]αὕτη δίπους λέαινα συγκοιμωμένη[08:47.957]λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,[08:51.843]κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον[08:57.756]τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ[09:03.039]ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον[09:09.282]ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.[09:15.372]τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,[09:18.671]καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;[09:24.000]σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.[09:26.077]ἴτ᾽ ἐς φθόρον: πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.[09:31.723]ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.[09:36.635]ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ[09:42.320]χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με[09:46.179]κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα[09:53.420]φίλων ὑπ᾽ ἐχθρῶν οὐ δι χορρόπως, μάτην—[09:57.769]καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια[10:04.290]πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—[10:11.384]καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ[10:16.666]ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.[10:23.731]βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,[10:30.850]θερμῷ κοπείσης φοινίῳ προσφάγματι.[10:34.323]οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.[10:38.425]ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,[10:40.240]μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:[10:45.792]φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος[10:48.467]κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:[10:54.514]ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,[10:57.720]ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.[11:11.051](跳到1306段)[11:19.484]Χορός:τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;[11:25.866]Κασάνδρα:φεῦ φεῦ.[11:27.963]Χορός:τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.[11:35.021]Κασάνδρα:αοαοαοαοαοαο[11:37.435]Χορός:καί πῶς;τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.[11:43.868]Κασάνδρα:ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,[11:48.538]Χορός:οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.[11:54.182]Κασάνδρα:ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν[12:00.280]Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.